οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης:
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται,
μέγεθος καὶ κάλλος οἷα γίνεται,
τὰ δ᾽ ἀντιτείνοντ᾽ οἱονεὶ δίψαν τινὰ
ἢ ξηρασίαν σχόντ᾽ αὐτόπρεμν᾽ ἀπόλλυται.
Εὔβουλος:
δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.
Σίκων ἐγὼ
βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.