κἀν τοῖς δ᾽ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι:
εἰσ᾽, ἀντιβολῶ σ᾽;
Ἀριστοφάνης Δαιδάλῳ:
τὰ δ᾽ ἀλλότρι᾽ ἔσθ᾽ ὅμοια ταῖς παροψίσι:
βραχὺ γάρ τι τέρψαντ᾽ ἐξανάλωται ταχύ.
” 4. σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, “ ἀλλ᾽ ἐγώ,” φησὶν ὁ Λεωνίδης, “ εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας: ”
πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.