Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
11. οἶδα δὲ καὶ τὰ περὶ τὴν ἀπόπυριν καλουμένην περὶ τὴν Βόλβην λίμνην, περὶ ἧς Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι φησὶν οὕτως ῾ Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ περιρρέουσιν Ἀμμίτης καὶ Ὀλυνθιακός: ἐμβάλλουσι δ᾽ ἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου τοῦ ῾ Ἡρακλέους καὶ Βόλβης υἱοῦ. κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι διότι πέμπει ἡ Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ: καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.