Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ χλευασάντων δ᾽ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ᾽ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι, ‘μὴ θαυμάσητε, εἶπεν ἐγὼ γὰρ αὐτὴν μέλλουσαν εἰς ἀπόλαυσιν μετ᾽ οὐδ᾽ ὅλην τριετίαν καλὴν δείξω.’ τὸ δ᾽ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ Θεοδότης τῆς Ἀθηναίας, ὥς φησι Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ‘ὅτι δὲ καλλίστη εἴη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός τινος ἰτέον ἡμῖν, ἔφη, θεασομένοις τὴν γυναῖκα: οὐ γὰρ δὴ ἀκούουσιν ἔστιν κρῖναι τὸ κάλλος.’ οὕτω δ᾽ ἦν ἡ
[p. 174]
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.