10.
Ἡγήσιππος δ᾽ ἐν Φιλεταίροις:
Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος
εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ᾽ ἐστὶ τἀγαθὸν
ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.
β. εὖ γ᾽, ὦ κράτιστ᾽ ἄνθρωπε καὶ σοφώτατε: [p. 256]
τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ᾽ οὐδὲ ἓν
ἀγαθὸν Α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.
ἀλλὰ καὶ οἱ Κυρηναικοὶ καὶ οἱ Θάσιοι, ”
ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν,