Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ λαμπάδες διάχρυσοι τέτταρες. ἑξῆς εἵλκετο ἄλλη τετράκυκλος μῆκος πηχῶν εἴκοσι,2 πλάτος ἑκκαίδεκα, ὑπὸ ἀνδρῶν τριακοσίων ἐφ᾽ ἧς κατεσκεύαστο ληνὸς πηχῶν εἴκοσι τεσσάρων, πλάτος πεντεκαίδεκα, πλήρης σταφυλῆς, ἐπάτουν δὲ ἑξήκοντα Σάτυροι πρὸς αὐλὸν ᾁδοντες μέλος ἐπιλήνιον, ἐφειστήκει δ᾽ αὐταῖς Σιληνός. καὶ δι᾽ ὅλης τῆς ὁδοῦ τὸ γλεῦκος ἔρρει. ἑξῆς ἐφέρετο τετράκυκλος μῆκος πηχῶν εἴκοσι πέντε, πλάτος τεσσαρεσκαίδεκα, ἤγετο δὲ ὑπὸ ἀνδρῶν ἑξακοσίων ἐφ᾽ ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητάς, ἐκ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.