previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία,
τρὶς ἐξέπιον μεστὸν γ᾽.στρ. Ἀλεξάνδρου πλέον
τοῦ βασιλέως πέπωκας. Α. οὐκ ἔλαττον, οὐ
μὰ τὴν Ἀθηνᾶν. στρ. μέγα γε.
Νικοβούλη δὲ ἀναθεὶς ταύτῃ τὰ συγγράμματά φησιν ὅτι παρὰ Μηδείῳ τῷ Θεσσαλῷ δειπνῶν Ἀλέξανδρος εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ [p. 468] ἀναστὰς ἐκ τοῦ συμποσίου μετ᾽ οὐ πολὺ ἀνεπαύετο. Καλλισθένης δὲ σοφιστής, ὡς Λυγκεὺς Σάμιός φησιν ἐν τοῖς ἀπομνημονεύμασι καὶ Ἀριστόβουλος καὶ Χάρης ἐν ταῖς ἱστορίαις, ἐν τῷ συμποσίῳ τοῦ Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο, εἰπόντος τέ τινος αὐτῷ ' διὰ τί οὐ πίνεις; ' ' οὐδὲν δέομαι ἔφη, ' Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι.'45.

Δαρεῖος δὲ τοὺς μάγους ἀνελὼν ἐπιγεγραμμένον εἶχεν ἐπὶ τοῦ μνήματος: ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς.' Κτησίας δὲ παρ᾽ Ἰνδοῖς φησιν οὐκ εἶναι τῷ βασιλεῖ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: