καὶ ἀλλαχοῦ:
ἡ δ᾽ ὥρη χαλεπή: πάντα δὲ δίψαισ᾽ ὑπὸ καύματος.
Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα:
πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.
ἡμῖν δ᾽ οὐ μόνον ὁ πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ ἡ καρδία. καίτοι Ἀντιφάνης λέγει:
πρὸ τοῦ κυνὸς τὸν πνεύμον᾽ ἔκλυτον φορῇ. [p. 100]
τὸ δὲ ζῆν, εἰπέ μοι,
τί ἐστι, : πίνειν φήμ᾽ ἐγώ.