Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τέλος ἰχθύαν τρίβων ἀπεκάθαιρεν αὐτήν: μόνος δ᾽ οὗτος τῶν ἀπολαυστικῶν καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵν᾽ ὡς θερμότατον ὁ τρισάθλιος ἀναδιδῷ τῇ γλώττῃ. ἄλλοι δὲ φίλιχθυν τὸν Φιλόξενόν φασιν Ἀριστοτέλης δὲ φιλόδειπνον ἁπλῶς, ὃς καὶ γράφει που ταῦτα:: ‘δημηγοροῦντες ἐν τοῖς ὄχλοις κατατρίβουσιν ὅλην τὴν ἡμέραν ἐν τοῖς θαύμασι, καὶ πρὸς τοὺς ἐκ τοῦ Φάσιδος ἢ Βορυσθένους καταπλέοντας, ἀνεγνωκότες οὐδὲν πλὴν εἰ τὸ Φιλοξένου Δεῖπνον οὐχ ὅλον.’ 11.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.