ὡς οἱ τὰ Ἀργολικὰ γράψαντες ἱστοροῦσιν. ἔνδοξος δ᾽ ἐστὶν καὶ Λέαινα ἡ ἑταίρα, Ἁρμοδίου ἐρωμένη τοῦ τυραννοκτονήσαντος:: ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δ᾽ ὁ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα καὶ Δίδραχμον διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ περὶ Ἑταιρῶν.ἐπὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν “ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν ”
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.