τοῦτο Ἀττικόν. ‘ἐγὼ δέ’, φησίν, ‘ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους Μίνωος διὰ τοῦ ο γεγραμμένον
μαλάχαι. Ἡσίοδος:
οὐδ᾽ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ᾽ ὄνειαρ.
καὶ Ἐπίχαρμος:
τρώγοντες μολόχης ῥίζαν.
Φαινίας δ᾽ ἐν τοῖς Φυτικοῖς φησι: ‘ τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς, ’’
... πραύτερος ἔγωγε μολόχας.