Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ καὶ τούτοις ἴσοι περί τε τοὺς ἱστοὺς καὶ τὰς λιθοφόρους κεραίας, ἦσαν δὲ καὶ κατὰ τοὺς ἱστοὺς ἐν τοῖς καρχησίοις οὖσι χαλκοῖς ἐπὶ μὲν τοῦ πρώτου τρεῖς ἄνδρες, εἶθ᾽ ἑξῆς καθ᾽ ἕνα λειπόμενοι τούτοις δ᾽ ἐν πλεκτοῖς γυργάθοις διὰ τροχιλίων εἰς τὰ θωράκια λίθοι παρεβάλλοντο καὶ βέλη διὰ τῶν παίδων, ἄγκυραι δὲ ἦσαν ξύλιναι μέν τέτταρες, σιδηραῖ δ᾽ ὀκτώ. τῶν δὲ ἱστῶν ὁ μὲν δεύτερος καὶ τρίτος εὑρέθησαν εὐχερῶς,5 δυσχερῶς δὲ ὁ πρῶτος εὑρέθη ἐν τοῖς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.