ἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων:
κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν
διὰ τῆς ξένης.
3. ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν σὺ δ᾽ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται, ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ”
καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ᾽ ἂν ῥήματα;
εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;