Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ τὴν σιωπήν. ἐπεὶ οὖν καὶ ὑμεῖς, ὦ Μολοττικοὶ κύνες, πάντα μὲν σιωπᾶτε, πυθαγορίζετε δὲ οὔ, ἡμεῖς μὲν ἄλλους ἰχθυολογήσομεν.”
81.
κορακῖνος.
“οἱ μὲν θαλάττιοι, φησὶν Ἱκέσιος, ὀλιγότροφοι καὶ εὐέκκριτοι, εὐχυλίᾳ δὲ μέσοι.”
Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων συμβαίνειν μέν φησι σχεδὸν πᾶσι τοῖς ἰχθύσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν, οὐχ ἥκιστα δὲ κορακίνῳ. τίκτει δὲ πρὸς τῇ γῇ καὶ τοῖς βρυώδεσι καὶ δασέσι. Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.