Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ κατακλιθέντες τῷ παιδὶ προσέχουσι τὸν νοῦν καὶ ταῦτα τοῦ πατρὸς παρακαθημένου. ‘ὥσπερ γὰρ ὅταν φέγγος ἐν νυκτὶ παρῇ πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τὸ
Αὐτολύκου κάλλος πάντων ἐφέλκεται τὰς ὄψεις ἐφ᾽ ἑαυτό, ἔπειτα τῶν παρόντων οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι τὴν ψυχὴν ὑπ᾽ ἐκείνου: οἱ μέν γε σιωπηλότεροι ἐγίγνοντο, οἱ δὲ καὶ ἐσχηματίζοντό πως.’ ἀλλ᾽ οὐχ Ὅμηρος τοιοῦτόν τι εἰπεῖν ἐπεχείρησε καίπερ τῆς Ἑλένης παρούσης, περὶ ἧς τοῦ κάλλους τις τῶν ἐναντίων αὐτῇ τοιαῦτ᾽ εἶπεν ὑπὸ τῆς ἀληθείας ἐκνικώμενος :
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.