Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μέταλλα. Ποσειδώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, ὁ φιλόσοφος καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δ᾽ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ ἡ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο: πολλαὶ δὲ αὗται ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας: σύγγραμμα δὲ ἐκδέδωκε περὶ τῶν δουλικῶν πολέμων Καικίλιος ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς: καὶ Σπάρτακος δὲ ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος κατέδραμε πᾶσαν Ἰταλίαν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.