Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἰκανὸν κερμάτιον καὶ
[p. 170]
προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπ᾽ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. Θεόπομπος δ᾽ ἐν ἕκτῃ καὶ εἰκοστῇ ἱστοριῶν ‘ τοὺς Θεσσαλούς, φησίν, εἰδὼς ὁ Φίλιππος ἀκολάστους ὄντας καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο, ὀρχούμενος καὶ κωμάζων καὶ πᾶσαν ἀκολασίαν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.