φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ
ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς
πλήρης, ἀφρίζων ὃν λαβὼν ἐγὼ κενὸν
τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν
στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι δὲ διαφέρει σαφῶς παρίστησι Καλλίξεινος ἐν τοῖς περὶ Ἀλεξανδρείας φάσκων τινὰς ἔχοντας θηρικλείους πομπεύειν, τοὺς δὲ καρχήσια. ὁποῖον δ᾽ ἐστὶ τὸ καρχήσιον ἐν τοῖς ἑξῆς λεχθήσεται. καλεῖται δέ τις καὶ θηρίκλειος κρατήρ, οὗ μνημονεύει Ἄλεξις ἐν Κύκνῳ:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.