Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐντὶ δ᾽ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι᾽ ἔχει
μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα.
[p. 450]
65.
ἴδιον δ᾽ ἐστὶ γένος καράβων τε καὶ ἀστακῶν ἄλλο,
ἔτι δὲ καρίδων.
τὸν δ᾽ ἀστακὸν οἱ Ἀττικοὶ διὰ τοῦ ō
ὀστακὸν λέγουσι,
καθάπερ καὶ ὀσταφίδας.
Ἐπίχαρμος δὲ ἐν Γᾷ καὶ Θαλάσσᾳ φησίν:
κἀστακοὶ γαμψώνυχοι.
Σπεύσιππος δὲ ἐν β᾽,
Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον,
ἀστακόν,
νύμφην,
ἄρκτον,
καρκίνον,
πάγουρον.
Διοκλῆς δ᾽ ὁ Καρύστιός φησι: ‘
καρῖδες,
καρκίνοι,
κάραβοι,
’