Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κεφαλῇ. ὡς οὖν παρὰ τὸ γραφὴ γραφὶς καὶ βολὴ βολίς, οὕτως καὶ παρὰ τὸ κάρη καρίς. ταθείσης δὲ τῆς παρατελευταίας ἐτάθη καὶ τὸ τέλος, καὶ ὁμοίως λέγεται τῷ ψηφὶς καὶ κρηπίς.
68. περὶ δὲ τῶν ὀστρακοδέρμων τούτων Δίφιλος μὲν ὁ Σίφνιος οὕτω γράφει ‘τῶν δ᾽ ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δ᾽ ἐστὶν ὁ λέων τοῦ ἀστακοῦ, οἱ δὲ κάραβοι καὶ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.