μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι67. καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν
ἐκ κοινοῦ: πλείστη τε χάρις δαπάνη τ᾽ ὀλιγίστη.
”
εἶτ᾽ οὐχ ὅμοια πράττομεν καὶ θύομεν
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
τὸν μέλανα Θάσιον, ἐγχέλεις, τυρόν, μέλι