Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ χαλκῇ βοὶ βοῦς ἐπανέβη : καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν φανέντων δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλησιάσαι δυνησόμενος: καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ
ἀντίτυπον τοῦ λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ
[p. 266]
προβαλλόμενος τι σαρκίον ἐπλησίασεν. τῆς πράξεως ταύτης μνημονεύει καὶ Ἄλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Γραφῇ, λέγων ὧδε:
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.