Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λεωνίδης ὁ Ἠλεῖος καὶ Αἰμιλιανὸς ὁ Μαυρούσιος καὶ Ζωίλος, γραμματικῶν οἱ χαριέστατοι. φιλοσόφων
δὲ παρῆσαν Ποντιανὸς καὶ Δημόκριτος οἱ Νικομηδεῖς, πολυμαθείᾳ πάντας ὑπερηκοντικότες,
Φιλάδελφός τε ὁ Πτολεμαεύς, ἀνὴρ οὐ μόνον ἐν φιλοσόφῳ θεωρίᾳ τεθραμμένος, ἀλλὰ καὶ κατὰ τὸν ἄλλον βίον ἐξητασμένος. τῶν δὲ κυνικῶν εἷς ἦν ὃν Κύνουλκον καλεῖ ᾧ οὐ μόνον ‘ δύο κύνες ἀργοὶ
εἵποντο,’ ὡς τῷ Τηλεμάχῳ ἐκκλησιάζοντι, ἀλλὰ τῶν Ἀκταίωνος πολὺ πλείονες. ῥητόρων τε ἦν ἄγυρις τῶν κυνικῶν κατ᾽ οὐδὲν ἀπολειπομένη: ὧν κατέτρεχε μετὰ καὶ τῶν ἄλλων ὅσοι τι ἐφθέγγοντο Οὐλπιανὸς ὁ Τύριος, ὃς διὰ τὰς συνεχεῖς ζητήσεις,
[p. 6]
ἃς ἀνὰ πᾶσαν ὥραν ποιεῖται ἐν ταῖς ἀγυιαῖς,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.