[p. 26] Καρκίνος δ᾽ ὁ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχὴ ‘ὦ νύκτες,’ φησὶν
ὁ πρῶτος ἦν γήμας, ἔπειθ᾽ ὁ δεύτερος,
εἶθ᾽ ὁ τρίτος, εἶθ᾽ ὁ τέταρτος, εἶθ᾽ ὁ Μεταγένης.
9. οὐκ αἰσθάνονται δ᾽ οὐδ᾽ οἱ παρ᾽ ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς:
ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ᾽ εἴπῃς μόνον.