καὶ οἱ παρ᾽ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης τὸ κάλλος φασίν [p. 58]
πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος:
ἐκπέπληκται γοῦν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικός, καίτοι ἐν δεινοῖς ὑπάρχων.
ου᾽ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς
τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.