Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁσημέραι, μετὰ τοῦ ἡδέος καὶ μεγαλοφρόνως φιλοτιμούμενος, οὐδὲν φερομένοις οἴκοθεν ἢ λογάρια.
2. πολλῶν δὲ λεχθέντων ἐπὶ τοῖς ἰχθύσι λόγων δῆλος μὲν ἦν ἀχθόμενος ὁ Κύνουλκος. καὶ ὁ καλὸς Δημόκριτος αὐτὸν προφθάσας ἔφη :
“ ἀλλὰ μήν, ' ἄνδρες ἰχθύες :' κατὰ τὸν Ἄρχιππον, παρελίπετε δεῖ γὰρ καὶ ἡμᾶς μικρὰ προσοψωνῆσαι τούς τε ὀρυκτοὺς ἰχθύας καλουμένους, οἳ ἐν Ἡρακλείᾳ γίγνονται καὶ περὶ Τίον τοῦ Πόντου τὴν Μιλησίων ἀποικίαν, ἱστοροῦντος περὶ αὐτῶν Θεοφράστου, ὁ δ᾽ αὐτὸς οὗτος φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων διὰ χειμῶνα τῷ κρυστάλλῳ ἱστόρησεν, οἳ οὐ πρότερον αἰσθάνονται οὐδὲ κινοῦνται πρὶν ἂν
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.