καὶ ἀλλαχοῦ:
σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους
ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο
ἄναυδος.
ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν. Μένανδρος: ἁλιεῦσι:
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην,
καὶ παρὰ Σώφρονι ὁ θυννοθήρας ἐστίν ... οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας. 67. θυννίς. τοῦ ἄρρενος ταύτην φησὶ διαφέρειν ὁ Ἀριστοτέλης τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον,
καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.