Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ μή τις ἄρα φήσειε διὰ τὴν ὀξύτητα τῆς ἐπιφανείας τῶν δαιμόνων καταδειχθῆναι τοῦτο. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθ᾽ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον, ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐκπώμασι μεγάλοις. καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ φάσκοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι.' ἐν τούτοις ἀγνοεῖν ἔοικεν ὁ Χαμαιλέων ὅτι οὔκ ἐστι μικρὸν
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.