Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ Ἡρόδοτος δὲ ἐν τῇ πρώτῃ: ‘ σιτίοις δὲ ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς.’ τὸ μέντοι κατὰ τὴν παροιμίαν λεγόμενον ‘Ἀβυδηνὸν ἐπιφόρημα’ τέλος τί ἐστιν καὶ ἐλλιμένιον, ὡς Ἀριστείδης φησὶν ἐν, γ᾽ περὶ Παροιμιῶν. Διονύσιος δ᾽ ὁ τοῦ Τρύφωνος : ‘τὸ μὲν παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλὰ καὶ ποικίλα ἐπιφέρεσθαι: διὸ καὶ ἐπιφορήματα κληθῆναι.’ Φιλύλλιος δ᾽ ἐν Φρεωρύχῳ τὰ ἐπιφερόμενα μετὰ τὸ δειπνῆσαι λέγων ὧδε:
[p. 460]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.