Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ Ῥοδίοις, ἀλλὰ διαβεβλημένου διὰ τὴν ἀσωτίαν τὴν τοῦ βίου καὶ παρὰ τοῖς ἑταίροις καὶ παρὰ τοῖς ἄλλοις πολίταις.’ εἶθ᾽ ἑξῆς λέγων περὶ τῆς ὀλιγαρχίας ἣν κατεστήσατο μετὰ τῶν φίλων ἐπιφέρει ‘ καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνδρῶν ᾔσχυναν, οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν: εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῷ νικῶντι εἰς
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.