Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
ὁ δὲ κλισμὸς περιττοτέρως κεκόσμηται ἀνακλίσει. τούτων δ᾽ εὐτελέστερος ἦν ὁ δίφρος: τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ εἶναι δοκοῦντι ‘ δίφρον ἀεικέλιον, φησί, καταθεὶς ὀλίγην τε τράπεζαν.’ Οἱ δὲ κρατῆρες αὐτοῖς, ὥσπερ ἔχει καὶ τοὔνομα, κεκραμένοι παρεστήκεσαν, ἐξ ὧν οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον, τοῖς δ᾽ ἄλλοις ἐξ ἴσου διένεμον. ὁ γοῦν Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα φησί
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.