καὶ Κηφισόδωρος ἐν τι:
ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
Φερεκράτης ἐν Αὐτομόλοις:
κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον.
καὶ Ἐπίχαρμος δ᾽ ἀρσενικῶς εἴρηκεν ὁ τάριχος. Ἡρόδοτος δ᾽ ἐν θ᾽ οὕτως: ‘οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.’ καὶ αἱ ”
ἡ γυνὴ δ᾽ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ᾽ ἢ φακῆν
ἀναμένει καὶ σμικρὸν ὀπτῶσ᾽ ὀρφανὸν ταρίχιον.