2. Τιμοκλῆς ὁ κωμῳδιοποιὸς κατὰ πολλὰ χρησίμην εἶναι λέγων τῷ βίῳ τὴν τραγῳδίαν φησὶν ἐν Διονυσιαζούσαις :
Λητοῦς Διός τε τοξόδαμνε παρθένε,
ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.
ὦ τάν, ἄκουσον, ἤν τι σοι μέλλω λέγειν.
ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,
καὶ πολλὰ λυπήρ᾽ ὁ βίος ἐν ἑαυτῷ φέρει. [p. 6]
παραψυχὰς οὖν φροντίδων ἀνεύρετο