μνημονεύει τοῦ φάγρου καὶ Στράττις ἐν Λημνομέδᾳ:
τὴν κεφαλὴν δ᾽ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ᾽ ἐκείνης
οὐραῖον τὰ δὲ λοιπὰ δόμον, φίλε, μηδ᾽ ἐσενέγκῃς.
καὶ ἐν Φιλοκτήτῃ:
πολλοὺς ἥδη μεγάλους τε φάγρους ἐγκάψας.
ἐστὶ δὲ καὶ γένος λίθου φάγρος. ἡ γὰρ ἀκόνη κατὰ
κᾆτ᾽ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς
ὀψωνοῦσιν μεγάλους τε φάγρους
καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
στρογγυλοπλεύρων.