τὰ δὲ ἐδέσματα ὠνόμασεν Ἀντιφάνης ἐν Διδύμοις οὑτωσί:
τῶν δὲ διδύμων ἐκγόνων
σεμιδάλιδος ...
” ἐχέτω τέλος καὶ ἥδε ἡ βίβλος ἐπὶ τοῖς λόγοις τοῖς περὶ τῶν ἐδεσμάτων ἔχουσα τὴν καταστροφὴν ἀρχὴν γὰρ τοῦ δείπνου ἀπὸ τῶν ἑξῆς ποιησόμεθα—ου᾽ πρότερόν γε, ὦ Ἀθήναιε, πρὶν ἡμῖν διελθεῖν καὶ τὸ τοῦ Ἱππολόχου τὸ Μακεδονικὸν συμπόσιον. ἀλλ᾽ εἰ τοῦτό σοι φίλον, ὦ Τιμόκρατες, οὕτω παρασκευαζώμεθα, [p. 90]1.
ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων,
πιών τε προπόσεις τρεῖς ἴσως ἤ τέτταρας
ἐστρηνίων πως, καταβεβρωκὼς σιτία
ἴσως ἐλεφάντων τεττάρων.