Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν παρὰ τῶν
[p. 166] ἐκεῖ τυράννων λαβόντες Ἀμφίκλου καὶ Πολυτέκνου νυκτὸς κατέπλευσαν εἰς τὰς Ἐρυθράς, κατὰ τὸ αὐτὸ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη τῆς Ἐρυθραίας κατὰ τὴν ἀκτὴν ἣ νῦν Λεόποδον καλεῖται. τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ Κλεονίκης περὶ τὴν τοῦ σώματος κηδείαν γινομένης ἦν δὲ ἑορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι Στροφαίᾀ ἐξαίφνης ἀκούεται σάλπιγγος βοή: καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων καὶ ἡ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα 75. .
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.