καὶ πάλιν
ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε. [p. 218]
ἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δ᾽ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δ᾽ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι: τὰ μὲν μάδρυα οἷον μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ
ὅσον μῆλον βραβίλοιο
ἥδιον.