Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ λέγουσι—τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας ἀπὸ τῶν κατουδαίων φόβων κατ᾽ ἀναίρεσιν τῶν δειμάτων—ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων ' οὐκ εἶδές με, ' ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα.' τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι᾽ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφη ' γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος ἡ τῆτες ἡμέρα.: ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.