Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ πολὺ ἀπ᾽ ἀλλήλων διεστῶσαι διάστημα, αὗται μέχρι τοῦ χείλους διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν ἔτι μετεωριζόμεναι κατὰ μὲν τὴν ἀπόστασιν τοῦ ἀγγείου φυλάττουσι τὴν διάσχισιν, κατὰ δὲ τὸ ἀπολῆγον πρὸς τὴν τοῦ χείλους ἔρεισιν πάλιν συμφυεῖς εἰσιν. καὶ γίνεται τὸν τρόπον τοῦτον τέτταρα ὦτα. τοῦτο δὲ οὐκ ἐπὶ πάντων, ἀλλ᾽ ἐπ᾽ ἐνίων ποτηρίων τὸ εἶδος τῆς κατασκευῆς θεωρεῖται, μάλιστα δὲ τῶν λεγομένων Σελευκίδων. τὸ δ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.