Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ σκυθίσαι φησί: συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ. ὕστερον δὲ κατὰ μίμησιν εἰργάσαντο κεραμέους τε καὶ ἀργυροῦς σκύφους. ὧν πρῶτοι μὲν ἐγένοντο καὶ κλέος ἔλαβον οἱ Βοιώτιοι λεγόμενοι, χρησαμένου κατὰ τὰς στρατείας πρώτου '
Ἡρακλέους τῷ γένει: διὸ καὶ Ἡρακλεωτικοὶ πρός τινων
[p. 234] καλοῦνται. ἔχουσι μέντοι πρὸς τοὺς ἄλλους διαφορὰν ἔπεστι γὰρ ἐπὶ τῶν ὤτων αὐτοῖς ὁ λεγόμενος Ἡράκλειος δεσμός, μνημονεύει δὲ τῶν Βοιωτίων σκύφων Βακχυλίδης ἐν τούτοις ποιούμενος τὸν
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.