Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πορεύεται ῾ Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, '
Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος. ὁ δὲ τοξεύειν αὐτὸν μέλλει, καὶ αὐτὸν δείσας '
Ὠκεανὸς παύσασθαι κελεύει.’40.
ἠθάνιον. Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς οὕτως γράφει: ‘ Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη χαλκέη καὶ κύαθος χάλκεος καὶ ἠθάνιον χάλκεον.’ ἡμίτομος ἔκπωμά τι παρ᾽ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος οὕτως ὀνομασθέν, φησὶν Πάμφιλος ἐν Γλώσσαις,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.