Πάμφιλος δέ φησι: ‘ μήποτε ἐκπώματός ἐστιν εἶδος, ἢ μέτρον οἷον κύαθος.’ Διόδωρος δὲ κύλικα ἀποδίδωσι. 75. Μάνης ποτηρίου εἶδος. Νίκων Κιθαρῳδῷ:
ἑπτὰ μαθαλίδας
ἐπίχεον ἁμὶν τῶ γλυκυτάτω.
παρέθετο τὰ ἰαμβεῖα καὶ Δίδυμος καὶ Πάμφιλος.
καὶ πάνυ τις εὐκαίρως ‘ προπίνω,’ φησί, ‘σοί,3
πατριῶτα.’ μάνην δ᾽ ἔλαβε κεραμεοῦν ἁδρόν,
χωροῦντα κοτύλας πέντ᾽ ἴσως. ἐδεξάμην.