ἔχουσιν ὑμῖν διαπονεῖν ἑκάστοτε.[p. 42] Ἀριστοφῶν δὲ ἐν Πυθαγοριστῇ:
εἶτ᾽ οὐ δικαίως ἔστ᾽ ἀπεψηφισμένος
ὑπὸ τῶν θεῶν τῶν δώδεκ᾽ εἰκότως τ᾽ Ἔρως;
ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις
ὅτ᾽ ἦν μετ᾽ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς
καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ. τὰ πτερὰ
ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
δεῦρ᾽ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν