43. Ἀπολλόδωρος δ᾽ ὁ Καρύστιος ἐν Ἱερείᾳ:
πειρώμεθ᾽ ὑποδύντ᾽ ἐς τὸ δεῖπνον ἀπιέναι.
εἰς ἑπτάκλινον δ᾽ ἐστίν, ὡς ἔφραζέ μοι,
ἂν μὴ παράβυστός που γένηται Χαιρεφῶν.
”
καινὸν γέ φασι Χαιρεφῶντ᾽ ἐν τοῖς γάμοις
ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι.
σπυρίδα λαβὼν γὰρ καὶ στέφανον ὡς ἦν σκότος,
φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων