Click on a word to bring up parses, dictionary entries, and frequency statistics
10. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο. ὁ Ἰλιακὸς δι᾽ Ἑλένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα: καὶ ὁ ἱερὸς δὲ καλούμενος πόλεμος δι᾽ ἑτέραν γαμετήν, φησὶν Δοῦρις ἐν δευτέρᾳ Ἰστοριῶν, Θηβαίαν γένος, ὄνομα
[p. 28] Θεανώ, ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός, δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα, καὶ ὁ Κρισαικὸς δὲ πόλεμος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.