β. ἔχει. α. κακόν, εἰ τύφουσαν. β. ἀπολεῖ μ᾽: οὑτοσί. ταῦτὰ36. σοι παρ᾽ ἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετ᾽ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε:
”
ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς
ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν.
ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν