κεχαρακτήρικε δὲ ὡς ἔνι μάλιστα ἐπιμελῶς τὸν κόλακα Μένανδρος ἐν τῷ ὁμωνύμῳ δράματι, ὡς καὶ τὸν παράσιτον Δίφιλος ἐν Τελεσίᾳ. Ἄλεξις δ᾽ ἐν Καταψευδομένῳ λέγοντά τινα κόλακα τοιαῦτα παρεισάγων φησίν
ἁδρὸν γελάσαι, σκῶψαὶ τιν᾽, ἐμπιεῖν πολύν,
οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον. [p. 164]
εὐδαίμων ἐγώ, μὰ τὸν Δία