καὶ ἐν ἄλλοις ἐπ᾽ Ἀρχεμόρου εἴρηκεν:
ὦ τέκος, οἷον ἔχω πόνον
σὺ δ᾽ ἀωτεῖς, γαλαθηνῷ δ᾽ ἤτορι κνώσσεις.
Κλέαρχος δ᾽ ἐν τοῖς περὶ βίων εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη, θῆσθαι δ᾽ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος: ’
ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν
ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος.