Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τρυγόνι καὶ φάττῃ. καὶ Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ ς κῶπας αὐτοὺς ὀνομάζει. Ἐπίχαρμος: ‘ σκῶπας, ἔποπας, γλαῦκας,’ καὶ Μητρόδωρος δ᾽ ἐν τῷ περὶ συνηθείας ἀντορχουμένους φησὶν ἁλίσκεσθαι τοὺς σκῶπας.
46. ἐπεὶ δ᾽ ἐν τῷ περὶ τῶν περδίκων λόγῳ ἐμνήσθημεν ὅτι εἰσὶν ὀχευτικώτατοι, προσιστορήσθω ὅτι καὶ ἀλεκτρυὼν ἀφροδισιαστικὸν τὸ ὄρνεον. Ἀριστοτέλης γοῦν φησιν ὅτι τῶν ἀνατιθεμένων ἐν τοῖς ἱεροῖς ἀλεκτρυόνων τὸν ἀνατεθέντα οἱ προόντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.