Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ ῥαψῳδῶν ἀκροωμένους, τοιαῦτα καὶ ὁ Στράτων διετέλει ποιῶν πολὺν χρόνον. καὶ τοσούτῳ μᾶλλον ἐκείνων παρεκεκινήκει πρὸς τὰς ἡδονὰς ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν Ὅμηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους,
[p. 398]
ὁ δὲ Στράτων μετ᾽ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετο τὰς συνουσίας καὶ μετεπέμπετο πολλὰς μὲν ἑταίρας ἐκ Πελοποννήσου, πολλὰς δὲ μουσουργοὺς ἐξ Ἰωνίας, ἑτέρας δὲ παιδίσκας ἐξ ἁπάσης τῆς Ἑλλάδος, τὰς μὲν ᾠδικάς,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.